Ancient Greek
Book 16, lines 16.178-16.223
Nonnus of Panopolis, Διονυσιακά 16.178-223
Not analysed yet
ἄλλην δίζεο, Βάκχε, νέην πειθήμονα νύμφην.
τί σπεύδεις; ἀκίχητον ἔχεις δρόμον, ὥς ποτε Δάφνην
Λητοΐδης ἐδίωκε καὶ ὣς Ἥφαιστος Ἀθήνην·
τί σπεύδεις; δρόμος οὗτος ἐτώσιος· ἐν σκοπέλοις γὰρ
ἐνδρομίδες πολὺ μᾶλλον ἀρείονές εἰσι κοθόρνων.
ὣς φαμένη λίπε Βάκχον. ἀεὶ δʼ ὑπὸ φορβάδα λόχμην
παρθενικὴν μάστευεν ὀρίπλανον· ἐσσυμένῳ δὲ
σύνδρομος ὡμάρτησε κύων πινυτόφρονι θυμῷ
τόν ποτε θηρεύοντι φιλοσκοπέλῳ Διονύσῳ
ὤπασε δῶρον ἔχειν σκυλακοτρόφος ὑψίκερως Πάν.
καί μιν ἅτε φρονέοντα καὶ αὐδήεντα δοκεύων
σύννομον ἰσοκέλευθον ἐῶν ξυνήονα μόχθων,
Βάκχος ἐρωμανέων φιλίῳ προσπτύξατο μύθῳ·
τίπτε, κύων περίφοιτος, ὁμόδρομός ἐσσι Λυαίῳ
Πανὸς ἀεὶ ποθέοντος ἐπάξιε; τίπτε σὺ μοῦνος
παρθένον ἰχνεύοντι συνιχνεύεις Διονύσῳ;
ἦ ῥά σε σὸς ταμίης οἰκτίρμονα θῆκεν ἐρώτων;
παρθένον ἡμετέρην ἔτι δίζεο, μηδʼ ἐνὶ πέτραις
Βάκχον ἀλητεύοντα κατʼ οὔρεα μοῦνον ἐάσῃς.
μοῦνος ἐποικτείρεις με, καὶ ὡς βροτὸς εἰς ῥάχιν ὕλης
πλαζομένης λοφόεντα μετέρχεαι ἔνδια κούρης.
κάμνε τεῷ βασιλῆι· χάριν δέ σοι εἵνεα μόχθων
δώσω ἀμοιβαίην· μετὰ Σείριον ἀστέρα Μαίρης
αἰθέρος ἔνδον ἄγω σε καὶ ἀστερόεντα τελέσσω
ἄγχι Κυνὸς προτέρου, σταφυλὴν ἵνα καὶ σὺ πεπαίνῃς
βότρυος Εἰλείθυιαν ἀκοντίζων σέθεν αἴγλην.
τίς φθόνος ἀντέλλειν τρίτατον Κύνα; καὶ σὺ φαείνεις
σύνδρομος ἀστερόεντος ἐπειγομένοιο Λαγωοῦ.
εἰ θέμις, οἰκτείρων μὲ σαόφρονι μέμφεο κούρη.
δόχμιον ὄμμα φέρων Κυβεληίδος εἰς ῥάχιν ὕλης,
ὅττί με μαστεύοντα γυνὴ θεὸν εἰσέτι φεύγει·
μέμφεο δʼ ἀμφοτέροισιν, Ἀδώνιδι καὶ Κυθερείῃ,
φοιταλέην δὲ δίωκε διʼ οὔρεος ἄστατον Ἠχώ,
μὴ τελέσῃ φυγόδεμνον ἐμὴν πλέον εἰσέτι νύμφην·
μηδὲ λίπῃς σέο Πᾶνα δυσίμερον ἐγγύθι κούρης,
μή μιν ἑλὼν ζεύξειεν ἀναγκαίοις ὑμεναίοις.
παρθένον αἴ κεν ἴδῃς, ταχὺς ἔρχεο, μάρτυρι σιγῇ
ἢ νοεραῖς ὑλακῇσιν ἀπαγγέλλων Διονύσῳ·
ἄγγελος ἔσσο πόθοιο· κύων δέ τις ἄλλος ἀλάσθω
ἢ σύας ἠὲ λέοντας ἀπὸ σκοπέλοιο διώκων.
Πὰν φίλε, κικλήσκω σε μακάρτατον, ὅττι καὶ αὐτοὶ
σεῖο κύνες γεγάασιν ἐρευνητῆρες Ἐρώτων.
ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην
ἵλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην
καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὕτος ἀλήτης
θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ·