Ancient Greek
Book 16, lines 16.224-16.273
Nonnus of Panopolis, Διονυσιακά 16.224-273
Not analysed yet
παρθενικῇ μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·
καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.
εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων
ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.
ἔννεπεν ἄγχι φυτοῖο· διʼ εὐπετάλου δὲ κορύμβου
φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου
ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν·
ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι ἰοχεαίρῃ
ἐνθάδε θηρεύουσι, σὺ δʼ ἀγρώσσεις Ἀφροδίτῃ·
ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·
Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·
Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην.
σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ
εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·
οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.
οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·
Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα
καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·
Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων
καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.
ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.
καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ
ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν
ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,
ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.
καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·
καί δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου
ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,
καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·
καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην
ὄμματα δινεύουσα· βαρυνομένου δέ καρήνου
δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·
καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·
καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
ὕμνον ἐποικτείρων· νέμεσις δʼ ἐγέλασσεν ἰδοῦσα.
καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
κούρης δʼ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας
δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
πολλὴν δʼ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·