Ancient Greek · ~7 min
Book 17, lines 17.294-17.342
Nonnus of Panopolis, Διονυσιακά 17.294-342
Not analysed yet
ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,
ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης
σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.
ἀλλὰ δαφοινήεντι κατακτείνων σε σιδήρῳ
οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·
καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.
ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων
οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ
λοίγιον· ἀνδροφόνῳ δέ ῥόῳ καὶ χεύματι πικρῷ
γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης
γεύεο Κωκυτοῖο, καὶ ἢν ἐθέλῃς, πίε Λήθην,
Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.
ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ
κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·
καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ
ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,
νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης
ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δέδρου·
Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.
οὐδέ μόθου τέλος ᾖεν ἀτερπέος· ἡμιτελὴς γὰρ
ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ
Ἰνδὸς Ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ
Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀτελῆς
Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,
Αρεϊ βακχευθεῖσα· φιλοπτόρθου δὲ Λυαίου
δυσμενέες δρυόεντι κατεκτείνοντο σιδήρῳ
φοίνιον ἕλκος ἔχοντες· ἀθωρήκτοιο δὲ Βάκχης
ἔγχεϊ βοτρυόεντι δαϊζομένοιο σιδήρου
Ἰνδοὶ χαλκοχίτωνες ἐθάμβεον ὀξέι κισσῷ
στήθεα γυμνωθέντα νεούτατα· ῥηίτεροι γὰρ
ἀσκεπέων θώρηκος ὀιστεύοντο φορῆες.
ἄλλων δʼ ἄλλος ἔην φόνος ἄσπετος, ὧν ὑπὸ λύθρῳ
σχιζόμενοι πετάλοισιν ἐφοινίσσοντο χιτῶνες
μαρναμένων, ὅθι Ταῦρος· ἐκυκλώσαντο δέ Βάκχαι
ἀκλινέες στεφανηδὸν ὁμοζυγέων στίχας Ἰνδῶν.
καὶ θρασὺς αὐλὸς ἔμελπε φόνου μέλος· έν δὲ κυδοιμῷ
βάκχοι μὲν θεράποντες ἀπειρομόθου Διονύσου
τυπτόμενοι πελέκεσσι καί ἀμφιτόμοισι μαχαίραις
πάντες ἔσαν πυργηδὸν ἀπήμονες· ἁβροκόμοι δὲ
δυσμενέες λεπτοῖσι κατεκτείνοντο πετήλοις·
ἐξείης δʼ ἐπέπηκτο τανυπτόρθοις ἐνί δένδροις
Ἰνδῶν πυκνὰ βέλεμνα, καὶ ἔγχεϊ νύσσετο πεύκη
τηλεπόρῳ, βέβλητο πίτυς, τοξεύετο δάφνη,
Φοίβου δένδρον ἐοῦσα, καὶ αἰδομένοις ἐνὶ φύλλοις
πεμπομένων ἐκάλυπτε τανυπτερύγων νέφος ἰῶν,
μή μιν ἴδῃ βελέεσσιν ὀιστευθεῖσαν Ἀπόλλων.