Ancient Greek · ~7 min
Book 17, lines 17.249-17.293
Nonnus of Panopolis, Διονυσιακά 17.249-293
Not analysed yet
οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,
εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.
οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,
ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,
σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.
εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ
Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ
τύψε κατὰ στέρνου πεφιδημένος· οὐτιδανῷ δὲ
ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·
οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,
οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος
ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·
ἠῴην δʼ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰς
ἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·
ἠέλιε, φλογεροῖο διʼ ἅρματος αἰθέρα τέμτων.
γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων
στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι
Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην
καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ
νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.
καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·
εἰπὲ δὲ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν
λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.
εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,
ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,
Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.
οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω
ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,
ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ
Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.
ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δʼ ἐνὶ γαστέρι πήξας
αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·
καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.
καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,
Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·
κεῖσο, νέκυς, ξείνοισιν έν ὕδασιν· ὑμέτερον δὲ
Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Υδάσπης.