Ancient Greek
Book 17, lines 17.97-17.143
Nonnus of Panopolis, Διονυσιακά 17.97-143
Not analysed yet
τοὺς μὲν ἄναξ Διόνυσος ἐκόσμεεν εἰς μόθον Ἰνδῶν·
Ἀστράεις δʼ ἀκίχητος ἰὼν ἤγγειλεν Ὀρόντῃ
Ἰνδῶν δοῦλα γένεθλα καὶ ἴαχε πενθάδι φωνῇ·
γαμβρὲ δοριθρασέος μενεδήιε Δηριαδῆος,
κλῦθι, καὶ εἰσαΐων μὴ χώεο· καί σε διδάξω
νίκην φαρμακόεσσαν ἀθωρήκτου Διονύσου.
Ἰνδοῖς καὶ Σατύροισιν ἕην μόθος· ἔβρεμε δοχμὴ
Βασσαρίδων, καὶ λαὸς ἐμὸς κεκόρυστο Λυαίῳ
ἀστράπτων σακέεσσιν, ἀκοντοφόρους δὲ δοκεύων
Λυδὸς ἀνὴρ πολύιδρις ἐμοὺς ἔφριξε μαχητάς·
ἵστατο δʼ ἀπτολέμων Σατύρων πρόμος, οὐ δόρυ χάρμης
χειρὶ φέρων, οὐ γυμνὸν ἔχων ξίφος, οὐδʼ ἐπὶ νευρῇ
εἰς σκοπὸν ἰθυκέλευθον ὑπηνέμιον βέλος ἕλκων·
ἀλλὰ κέρας βοὸς εἶχεν, ἐνὶ γλαφυρῇ δὲ κεραίῃ
φάρμακον ὑγρὸν ἄειρε, καὶ ἀργυρέου ποταμοῖο
εἰς προχοὰς δολόεσσαν ὅλην κατέχευεν ἐέρσην
ἰκμάδι φοινίξας γλυκερὸν ῥόον· ἐκ δὲ κυδοιμοῦ
καύματι διψώοντες, ὅσοι πίον αἴθοπες Ἰνδοί,
ἔμφρονα λύσσαν ἔχοντες ἀνεκρούσαντο χορείην·
καί σφισι λοίγιος ὕπνος ἐπέχραεν, ἀκλινέες δὲ
ἄσχετα βακχευθέντες ἐπευνάζοντο βοείαις·
ἄλλοι δʼ ἀστορέεσσι κατεκλίνοντο χαμεύναις
νωθρὸν ἐπιτρέψαντες ἀκοιμήτῳ δέμας ὕπνῳ,
Βάκχαις ἀδρανέεσσιν ἑλώρια καὶ Διονύσῳ.
τοὺς δὲ δίχα πτολέμοιο καὶ εὐθήκτοιο σιδήρου
δούλιον εἰς ζυγόδεσμον ἐληίσσαντο γυναῖκες
βριθομένοις μελέεσσι, καὶ ἀντιβίων ὑπὲρ ὤμων
ὡς νέκυες ζώοντες ἐλαφρίζοντο μαχηταί,
οἱ μὲν ἔτι βλύζοντες ἐπίκλοπον ἰκμάδα Βάκχου
ἀπτολέμοις Σατύροισιν ἐδουλώθησαν ἀνάγκῃ,
χεύματι φαρμακόεντι μεμηνότες. ἐκ δὲ κυδοιμοῦ
μοῦνος ἐγὼ λιπόμην, φονίης ἔτι νῆις ἐέρσης,
χείλεσιν ἀβρέκτοισι φυγὼν ἀπατήλιον ὕδωρ.
ἀλλὰ ποτὸν πεφύλαξο, δορυσσόε, μὴ μετὰ νίκην
κερδαλέην ἀσίδηρον ἀναιμάκτοιο Λυαίου
ζωγρήσῃ δόλος ἄλλος ἐν Ἄρεϊ λείψανον Ἰνδῶν.
ὣς φαμένου βαρύμηνις ἐχώσατο μᾶλλον Ὀρόντης,
καὶ ταχὺς εἰς μόθον ἦλθε παλίνδρομος· ἡμιτελὴς γὰρ
ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.
ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης
ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.