Ancient Greek · ~7 min
Book 17, lines 17.144-17.195
Nonnus of Panopolis, Διονυσιακά 17.144-195
Not analysed yet
καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν
μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην
μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,
ὡς στάχυν ὑσμίνης, ὡς δράγματα δηιοτῆτος,
δυσμενέων ἤμησε γονὰς γαμψώνυχι χαλκῷ,
τεύχων κῶμον Ἄρηι, θαλύσια καὶ Διονύσῳ,
τέμνων ἐχθρὰ κάρηνα· καὶ ὤρεγε μάρτυρι Βάκχῳ
καμπύλον ἀνδρομέῃ πεπαλαγμένον ἆορ ἐέρσῃ.
λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ
καὶ Μοίρας ἐμέθυσσεν ἐνυάλιον πόμα λείβων·
ἄλλου δʼ ἱσταμένου δεδραγμένος αἰγίβοτος Πάν,
χερσὶν ὁμοπλεκέεσσιν ἐπʼ αὐχένι δεσμὸν ἑλίξας,
δήιον εὐθώρηκα μετεστυφέλιξε κεραίῃ,
δισσοτόμῳ γλωχῖνι δαϊζομένου κενεῶνος·
ἄλλος ἐπαΐσσοντα καλαύροπι φῶτα δαΐζων
μεσσόθεν ὀφρυόεντα διέθλασεν ἄκρα μετώπου.
καὶ θρασὺς Ἰνδῴην στρατιὴν θάρσυνεν Ὀρόντης
μῦθον ἀπειλητῆρα χέων ὑψήνορι φωνῇ·
δεῦτε, φίλοι, Σατύροισιν ἀναστήσωμεν Ἐνυώ·
Ἄρεα μὴ τρομέοιτε φυγοπτολέμου Διονύσου·
μηδέ τις ὑμείων πιέτω ξανθόχροον ὕδωρ,
μὴ γλυκερῆς δολόεντα μεμηνότα φάρμακα πηγῆς,
Ἰνδῶν αἰνομόρων δεδαϊγμένα χειρὶ Λυαίου
μὴ μετὰ τόσσα κάρηνα καὶ ἡμέας ὕπνος ὀλέσσῃ.
δεῦτε, πάλιν μαχόμεσθα πεποιθότες· ἀπτόλεμος δὲ
ἀμφαδίην πότε Βάκχος ἐμὴν στήσειεν Ἐνυώ;
εἰ δύναται, μενέτω με φυγὰς πρόμος, ὄφρα δαείη,
οἵους Δηριάδης προμάχους ἐς Ἄρηα κορύσσει.
μαρνάσθω πετάλοισιν, ἐγὼ δʼ αἴθωνι σιδήρῳ.
χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις
Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν
σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·
οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας
Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.
ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,
ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ
κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω
ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.
ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,
Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη
τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων·