Ancient Greek · ~7 min
Book 18, lines 18.250-18.297
Nonnus of Panopolis, Διονυσιακά 18.250-297
Not analysed yet
τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν
κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ
ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων
λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·
ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων
σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένος οὐρῇ
εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.
τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,
καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης
ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,
λαίλαπας αἰθύσσουσα καὶ ὁπλίζουσα θυέλλας,
νύμφη Ταρταρίη μελανόπτερος· ἐκ βλεφάρων δὲ
τηλεπόρους σπινθῆρας ἀνήρυγε φοιταλέη φλόξ.
ἀλλὰ τόσην κτάνε θῆρα πατὴρ τεὸς αἰθέριος Ζεύς,
καὶ Κρονίην νίκησεν ἐχιδνήεσσαν Ἐνυώ.
γίνεο καὶ σὺ τοκῆι πανείκελος, ὄφρα καὶ αὐτὸν
γηγενέων ὀλετῆρα μετὰ Κρονίδην σὲ καλέσσω,
δήιον ἀμήσαντα χαμαιγενέων στάχυν Ἰνδῶν.
σοὶ μόθος οὗτος ἔοικεν ὁμοίιος· ἀρχέγονον γὰρ
σὸς γενέτης Κρονίοιο προασπιστῆρα κυδοιμοῦ
ἠλιβάτοις μελέεσσι κεκασμένον υἱὸν ἀρούρης
Ἰνδὸν ἀπεπρήνιξεν, ὅθεν γένος ἔλλαχον Ἰνδοι·
Ἰνδῷ σὸς γενέτης, σὺ δὲ μάρναο Δηριαδῆι.
γίνεό μοι καὶ Ἄρηι πανείκελος, ὅττι καὶ αὐτὸς
τηλίκον ἐπρήνιξε θεημάχον υἱὸν Ἐχίδνης,
φρικτὸν ἀποπτύοντα δυσειδέος ἰὸν Ἐχίδνης,
ὃς λάχε διπλόον εἶδος ὁμόζυγον, ἔνδοθι λόχμης
μητρῴης δονέων ἑλικώδεα κύκλον ἀκάνθης·
τὸν Κρόνος ἄπλετον εἶχε καταιχμάζοντα κεραυνοῦ,
Αρεα συρίζοντα ποδῶν ὀφιώδεϊ ταρσῷ,
ὁππότε κουφίζων παλάμας ὑπὲρ ἄντυγα μαζοῦ
Ζηνὶ τεῷ πολέμιζεν, ἐν ἠερίῃ δὲ κελεύθῳ
στοιχάδας ὑψιλόφῳ νεφέλας ἔστησε καρήνῳ,
καὶ σκολιαῖς ὄρνιθας ἐπιπλαγχθέντας ἐθείραις
πολλάκι συμμάρψας πολυχανδέι δαίνυτο λαιμῷ·
τοῦτον ἀριστεύοντα τεὸς κτάνε σύγγονος Ἄρης.
Αρεος οὐ καλέω σε χερείονα· καὶ γὰρ ἐρίζοις
πᾶσι Διὸς τεκέεσσιν, ἐπεὶ φονίῳ σέο θύρσῳ
τόσσον ἀριστεύεις, ὅσσον δορὶ μάρναται Ἄρης,
καὶ τελέεις, ἅτε Φοῖβος, ἀέθλια, θηροφόνον δὲ
υἱὸν ἐγὼ Διὸς ἄλλον ἐμῷ ξείνισσα μελάθρῳ·
χθιζὰ γὰρ εἰς ἐμὸν οἶκον ἐύπτερος ἤλυθε Περσεὺς
γείτονα Κωρυκίοιο διαυγέα Κύδνον ἐάσας,
ὡς σύ, φίλος, καὶ ἔφασκεν ἐπώνυμον ὠκέι ταρσῷ
ἀνδράσι πὰρ Κιλίκεσσι νεόκτιτον ἄστυ χαράξαι·
ἀλλʼ ὁ μὲν ἠέρταζεν ἀθηήτοιο. Μεδούσης
Γοργόνος ἄκρα κάρηνα σὺ δʼ οἴνοπα καρπὸν ἀείρεις,
ἄγγελον εὐφροσύνης, βροτέης ἐπίληθον ἀνίης·