Ancient Greek · ~7 min
Book 18, lines 18.298-18.343
Nonnus of Panopolis, Διονυσιακά 18.298-343
Not analysed yet
Περσεὺς κῆτος ἔπεφνεν Ἐρυθραίῳ παρὰ πόντῳ,
καὶ σὺ κατεπρήνιξας Ἐρυθραίων γένος Ἰνδῶν.
κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτας Ἰνδὸν Ὀρόντην
κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν
Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ
πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν
παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.
ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ
ἁβρὸς ἄναξ. Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ
φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ
θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·
καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην
ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,
ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,
οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,
Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο μύθῳ·
ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,
τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·
κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,
ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ.
εἶπε· καὶ ὠκυπέδιλος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
ἠῴην ἐπὶ πέζαν ἀταρπιτὸν ἤνυσε κῆρυξ,
σκῆπτρον ἔχων γενετῆρος· ὁ δὲ χρυσέων ἐπὶ δίφρων
βότρυν ἀερτάζων φρενοτερπέα καρπὸν ὀπώρης
ποσσὶ πολυγνάμπτοισιν ἀπʼ ἄστεος ἄστεα βαίνων
Ἀσσυρίην χθόνα πᾶσαν ἑῆς ἔπλησεν ὀπώρης,
ἀγρονόμοις ὀρέγων σταφυληκόμον ἄνθος ἀλωῆς.
ὄφρα μὲν ἀντολικοῖο παρὰ πτερὸν αἴθοπος Εὔρου
φοιταλέῳ Σύρον οὖδας ἐμέτρεεν οἴνοπι δίφρῳ,
τόφρα δὲ καὶ Σταφύλῳ μόρος ἔχραεν· ἐν δὲ μελάθρῳ
δμῶες ἀνερρήξαντο κατὰ στέρνοιο χιτῶνα,
ἀμφίπολοι δʼ ἀλάλαζον· ἐφοινίσσοντο δὲ μαζοὶ
τυπτόμενοι παλάμῃσι· πολυθρήνων δὲ γυναικῶν
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου.
ὀψὲ δὲ δὴ παλίνορσος ἐρισταφύλων ἐπὶ δίφρων
νοστήσας Διόνυσος ἐδύσατο Βότρυος αὐλήν.
μνῆστιν ἔχων Σταφύλοιο φιλοστόργοιο τραπέζης·
καὶ Πίθον ὡς ἐνόησε κατηφιόωντι προσώπῳ,
πότμον ἑοῦ Σταφύλοιο σοφῇ μαντεύσατο σιγῇ
αὐτόματος· καλέσας δὲ Μέθην ἐξείρετο μύθῳ·
εἰπέ, γύναι, τί παθοῦσα τεὴν ἠλλάξαο μορφήν;
αὐχμηρὴν ὁρόω σε, καἰ ἀστράπτουσαν ἐάσας·
τίς τεὸν ἔσβεσε κάλλος ἀθέσφατον; οὐκέτι πέμπεις
ἔμφυτον οἰνωπῇσι παρηίσι πορφύρεον πῦρ.