Ancient Greek
Book 19, lines 19.234-19.280
Nonnus of Panopolis, Διονυσιακά 19.234-280
Not analysed yet
καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ
ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης·
ὄργανα κεῖτο κύπελλα· καὶ, ὡς χρυσόπτερος Ἑρμῆς,
αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,
χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,
Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων
στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,
Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ
πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης
ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἐπʼ ἄλλῳ
εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·
τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης
ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων
τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,
καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ
ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων
κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ
τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,
πατροκασιγνήτῳ τρίτατον δέπας ἐννοσιγαίῳ·
ἑξείης δʼ ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι
τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ
μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ·
οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,
διψαλέοι δʼ ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,
καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.
ἀθάνατοι δʼ ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ
οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης·
καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,
κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.
τοῦτο σοφῇ παλάμῃ κερόεις Σειληνὸς ὑφαίνων
δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ
ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,
πῇ μὲν ἐπʼ ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,
πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,
ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων
ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·
δεξιτερῷ δʼ ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ
δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδός, ἢ γόνυ κάμψας
συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν
Σειληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·
καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου
κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δʼ ὑπὸ τέχνῃ
καμπύλον ᾐώρησεν ἐπʼ αὐχένι ταρσὸν ἑλίξας·
καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης
ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ
πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,
τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·