Ancient Greek
Book 19, lines 19.187-19.233
Nonnus of Panopolis, Διονυσιακά 19.187-233
Not analysed yet
οὐ Σπάρτης ναέτης, οὐ πένθιμον ἄνθος ἀείρω
σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.
σήμερον, εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,
εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,
Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,
κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων
ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·
ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,
νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου
σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων
ἀρχόμενος κρητῆρος ἐμῆς μετʼ ἀέθλια νίκης.
ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,
σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·
ὀφθαλμοὺς δʼ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,
νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·
καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,
εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.
οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,
ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,
οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην
ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·
ἀλλὰ λιπὼν ξύμπαντα καὶ ἀρχαίης χύσιν ὕλης
οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ
Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων
αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,
ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην·
ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν
νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·
εἰς Σατύρους δʼ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν
χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,
ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.
τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,
καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,
ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.
ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,
τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι
μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.
Σειληνὸς δʼ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης
σύμβολα τεχνήεντα κατέγραφε σιγαλέη χείρ.
καἰ παλάμαις τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ
υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ
ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή.
οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ Φοίβου
ὄργανα κεῖτο κύπελλα μεμηλότα καί Διονύσῳ
καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,
ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης·