Ancient Greek · ~7 min
Book 19, lines 19.42-19.90
Nonnus of Panopolis, Διονυσιακά 19.42-90
Not analysed yet
ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ
Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ·
ὦ γύναι, ἀγλαόδωρε μετά χρυσῆν Ἀφροδίτην,
εὐφροσύνης δώτειρα τερψίμβροτε μῆτερ Ἐρώτων,
εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ·
ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,
ἄνθεσι μιτρωθεῖσα καὶ εὐαλδέσσι κορύμβοις·
στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.
οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·
ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ
Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,
καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·
βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,
καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω
ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.
οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,
οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.
ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ
νηπενθὴς Διόνυσος ἀπειθέα θῆκεν ἀγῶνα·
καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας
διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν
Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·
διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων
ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·
Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ
ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.
ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,
Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,
πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπʼ αὐτῷ
Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.
ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος
φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δέ χαίτην
δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δέ πέπλους.
ἀρχόμενοι δʼ ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ
ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς
ἄκρα περισφίγγοντες, ὅπως μήτʼ ὄρθιος εἴη,
μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.
καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ
Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,
μέλπων πάτριον ὕμνον, ὅτι ζαθέαις ἐν Ἀθήναις
καὶ Κελεὸς ξείνισσε Βίου παμμήτορα Δηὼ
Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
καί σφισι καρπὸν ὄπασσεν, ὅτε χθονὸς αὔλακα νίφων
Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,
καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ
ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,
ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μεταιείρης·