Ancient Greek
Book 19, lines 19.91-19.140
Nonnus of Panopolis, Διονυσιακά 19.91-140
Not analysed yet
οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ
Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης
ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,
καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,
καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.
τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ
πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ
ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.
δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,
ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,
δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,
παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινί θεσμῷ·
Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,
καὶ Στάφυλον Διόνυσος ἀεί ζώοντα τελέσσει.
οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ
εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπό λαιμῶν,
καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου
ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων
δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ
ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·
Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,
καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ
ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·
ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.
καί τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,
αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.
Εὐχαίτης δʼ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,
ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περί νίκης,
γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,
χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ
ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,
Ἡφαίστου σοφὸν ἔρυον Ὀλύμπιον, ὅν ποτε Κύπρις
ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·
μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι
ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ
δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,
ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου
ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο κευθμών,
τοῦ περὶ χείλεος ἄκρον ἐπʼ ὀμφαλόεντι καρήνῳ
κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·
τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι
ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,
γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ
ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.
ἀλλʼ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,
ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·
ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
νικήσας τροχαλοῖο ποδός κρίσιν, οὗτος ἑλέσθω
καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·