Ancient Greek · ~9 min
Book 2, lines 2.147-2.204
Nonnus of Panopolis, Διονυσιακά 2.147-204
Not analysed yet
πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω
ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.
εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης
μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω
ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
γείτονος αἰγείροιο περίπλοκα φύλλα πετάσσω
δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, δάφνη,
αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.
ἔσσομαι,ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν
λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται·
ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·
ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.
ἡ μὲν ἔφη· φαέθων δὲ πόλον δινωτὸν ἐάσας
εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης
ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ
οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,
αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ
ἀθάνατοι πλάζοντο, παρʼ ὀφρυόεντι δὲ Ταύρῳ
Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.
νὺξ μὲν ἔην· φρουραὶ δὲ περὶ στίχες ἦσαν Ὀλύμπου
ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων
ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δʼ ἑτερόθροος ἄστρων
ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς
ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·
καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις
οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι
ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων
ἀστέρες Ἀτλάντειον ἐπεκλήισσαν ὀχῆα,
μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·
ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.
αἰθερίῳ δὲ Δράκοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων
ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.
καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ
πυκνὰ διαθρῴσκοντες ἀπʼ αἰθέρος ἄκρον Ὀλύμπου
ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ
δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ
πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,
καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ
ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ
Ζηνὶ συναιχμάζοντες, ὑπʼ ἀκτίνεσσι δὲ λάμπων
ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ
ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.