Ancient Greek · ~7 min
Book 2, lines 2.104-2.146
Nonnus of Panopolis, Διονυσιακά 2.104-146
Not analysed yet
ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων
κόπτέ με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ
πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.
ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ
αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·
ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·
Παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
ἐκ Δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.
πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας
ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.
οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ἡμιφανῆ δὲ
οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων
Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.
ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλʼ ἐνὶ πόντῳ
Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.
αἴθε λάχον πτερὰ κοῦφα· διʼ ὑψιπόρου δὲ κελεύθου
ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·
ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.
εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,
μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη φιλομήλη
καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην
ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.
Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν δέο πενθάδι μολπῇ
υἱέα δακρύσειας, ἐγὼ δʼ ἐμὰ λέκτρα γοήσω.
Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ
καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.
ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης
κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.
εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθὼ
πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ·
οὐκ ἐθέλω παρὰ μῦθον, ὅτι προχοῇσι συνάψω
παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.