Ancient Greek · ~7 min
Book 2, lines 2.250-2.300
Nonnus of Panopolis, Διονυσιακά 2.250-300
Not analysed yet
φθεγγομένου δὲ Γίγαντος ἀμειβομένη στίχα φωνῆς
παντοίη σμαράγησε καὶ οὐ μία σύνθροος ἠχώ·
τοῦ δέ κορυσσομένοιο φυῆς πολυειδέι μορφῇ
ὠρυγὴ κελάδησε λύκων, βρύχημα λεόντων,
ἄσθμα συῶν, μύκημα βοῶν, σύριγμα δρακόντων,
πορδαλίων θρασὺ χάσμα, κορυσσομένων γένυς ἄρκτων,
λύσσα κυνῶν· μεσάτῃ δὲ Γίγας βροτοειδέι μορφῇ
Ζηνὸς ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
Χεῖρες ἐμαί, Διὸς οἶκον ἀράξατε, πυθμένα κόσμου
σείσατε σὺν μακάρεσσι, καὶ αὐτοέλικτον Ὀλύμπου
κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ
κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,
ἄντυγα δʼ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,
μηκέτι δειμαίνων ἕλικα δρόμον—οὐ γὰρ ἐάσω
ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν Ἀρούρης
αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην—,
ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσας
μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας
τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,
ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις
ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,
δμωίδες Ἠελίοιο περιπλέγδην δὲ λαβοῦσαι
ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρὶ, πόντον Ὀλύμπῳ.
καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην,
μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,
καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω
χειρὶ μιῇ· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ
Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,
πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,
ἄστρα κατακλύσσειε, καὶ ὕδατι διψὰς ἀλάσθω
ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.
ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων
αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης
δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων·
καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης
ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.
δεσμοὺς δʼ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,
ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει
ἥπατος αὐτοφύτοιο χαρασσομένοιο Προμηθεύς·