Ancient Greek · ~7 min
Book 2, lines 2.301-2.349
Nonnus of Panopolis, Διονυσιακά 2.301-349
Not analysed yet
υἱάσι δʼ ἀντικέλευθον ἔχων τύπον Ἰφιμεδείης
κρύψω ἀλυκτοπέδῃσι περίπλοκον υἱέα Μαίης
χαλκέῳ ἐν κεράμῳ πεφυλαγμένον, ὄφρά τις εἴπῃ·
λύσας δεσμὸν Ἄρηος ἐκεύθετο δέσμιος Ἑρμῆς.
λυσαμένη δʼ ἄψαυστον ἑῆς σφρηγῖδα κορείης
Ἄρτεμις Ὠρίωνος ἀναγκαίη δάμαρ ἔστω,
καὶ Τιτυῷ πετάσειε παλαίτερα φάρεα Λητώ,
εἰς γάμον ἑλκομένη βεβιημένον· ἀνδροφόνον δὲ
ῥωγαλέων σακέων γυμνούμενον Ἄρεα δήσας
κοίρανον ὑσμίνης ληίσσομαι ἀντὶ φονῆος
μείλιχον, ὀψιγάμῳ δὲ συναπτομένην Ἐφιάλτῃ
Παλλάδα ληιδίην νυμφεύσομαι, ὄφρα νοήσω
Ἄρεα θητεύοντα καὶ ὠδίνουσαν Ἀθήνην.
καὶ μογεροῖς ὤμοισι παλινδίνητον ἀείρων
οὐρανὸν Ἀτλάντειον ἐλαφρίσσειε Κρονίων
ὄρθιος, ἡμετέρων δὲ γάμων ὑμέναιον ἀκούσῃ
ζῆλον ὑποκλέπτων, ὅτε νυμφίος ἔσσομαι Ἥρης.
οὐ μὲν ἐγὼ δαΐδων ἐπιδεύομαι· αὐτόματος δὲ
δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας, ἀντὶ δὲ πεύκης
αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ
νυμφιδίῳ τανύσειε Τυφωέι δούλιον αἴγλην,
καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ
ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,
ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δʼ Ἀφροδίτῃ
εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη
δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,
λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο·
ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,
πήξατε παστὸν Ἔρωτος· ἀπʼ Ὠκεανοῦ δὲ καὶ αὐταί,
Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη,
νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ·
καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης
ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.
οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω,
αὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.
καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων
γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου
λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω
αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω
γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω
χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ
κρείσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ
ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ
ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.