Ancient Greek · ~7 min
Book 2, lines 2.502-2.552
Nonnus of Panopolis, Διονυσιακά 2.502-552
Not analysed yet
ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,
ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην.
τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἶσι καὶ αὐτοὶ
ἰσότυποι στεροπῇσι συνωδὶνοντο κεραυνοί.
Ζεὺς δὲ πατὴρ πολέμιζε· κατʼ ἀντιβίοιο δὲ πέμπων
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,
βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν
οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης
ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων
ἰοβόλοι ῥαθάμιγγες ἐτερσαίνοντο γενείων·
μαρναμένου δὲ Γίγαντος ἐτεφρώθησαν ὀπωπαὶ
καπνῷ λιγνυόεντι, νιφοβλήτων δὲ προσώπων
χιονέαις λιβάδεσσιν ἐλευκαίνοντο παρειαί.
καὶ πισύρων ἀνέμων τετράζυγον εἶχεν ἀνάγκην·
εἰ γὰρ ἐς ἀντολίην σφαλερὰς ἐλέλιζεν ὀπωπάς,
ὑσμίνην φλογόεσσαν ἐδέχνυτο γείτονος Εὔρου·
εἰ κλίσιν ἐσκοπίαζε δυσήνεμον Ἀρκάδος Ἄρκτου,
χειμερίου πρηστῆρος ἀθαλπέι βάλλετο πάχνῃ·
φεύγων ψυχρὸν ἄλημα νιφοβλήτοιο Βορῆος
καὶ διερῷ δεδόνητο καὶ αἰθαλόεντι βελέμνῳ·
καὶ δύσιν εἰσορόων βλοσυρῆς ἀντώπιον Ἠοῦς
ἑσπερίην ἔφριξε θυελλήεσσαν Ἐνυώ,
εἰαρινῆς ἀίων Ζεφυρηίδος ἦχον ἱμάσθλης·
καὶ Νότος ἀμφὶ τένοντα μεσημβρινὸν Αἰγοκερῆος
ἄντυγας ἠερίας ἐπεμάστιε, θερμὸς ἀήτης,
φλογμὸν ἄγων Τυφῶνι πυραυγέι καύματος ἀτμῷ.
εἰ πάλιν ὄμβρον ἔχευε κατάρρυτον ὑέτιος Ζεύς,
λυσιπόνοις λιβάδεσσιν ὅλον χρόα λοῦσε Τυφωεὺς
θερμὰ καταψύχων κεκαφηότα γυῖα κεραυνῷ.
καὶ κραναοῖς βελέεσσι χαλαζαίου νιφετοῖο
παιδὸς ἱμασσομένου τραφερὴ μαστίζετο μήτηρ·
δερκομένη δὲ Γίγαντος ἐπὶ χροῒ μάρτυρα Μοίρης
λάινα πηκτὰ βέλεμνα καὶ ὑδατόεσσαν ἀκωκὴν
ἠέλιον Τιτῆνα κατηφέι λίσσετο φωνῇ,
ἓν φάος αἰτίζουσα θερείτατον, ὄφρά κε πυρσῷ
θερμοτέρῳ λύσειε Διὸς πετρούμενον ὕδωρ
νιφομένῳ Τυφῶνι χέων ἐμφύλιον αἴγλην·
καί οἱ ἱμασσομένῳ συνετήκετο· καιομένων δὲ
ἠλιβάτων ὁρόωσα πυριστεφὲς ἔθνος ἀγοστῶν
χειμερίην ἱκέτευε μολεῖν δυσπέμφελον αὔρην
εἰς μίαν ἠριγένειαν, ἵνα ψυχροῖσιν ἀήταις
διψαλέην Τυφῶνος ἀποσβέσσειεν ἀνάγκην.