Ancient Greek · ~7 min
Book 2, lines 2.451-2.501
Nonnus of Panopolis, Διονυσιακά 2.451-501
Not analysed yet
καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,
καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δʼ ἄκρῳ
Ζεὺς ὀλίγου φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,
καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·
ἀλλʼ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν
κρᾶτα παρακλίνας, στεροπῆς δʼ ἐτύχησε Τυφωεὺς
θερμὸν ἀμειβομένης ἕλικα δρόμον, αἶψα δὲ πέτρη
ἀκροφαληριόωσα μελαίνετο μάρτυρι καπνῷ.
καὶ τριτάτην προΐαλλεν· ἐπεσσυμένην δὲ Κρονίων
πεπταμένης παλάμης μεσάτῳ νωμήτορι καρπῷ,
σφαῖραν ἅτε θρῴσκουσαν, ἀτέρμονι χειρὶ πατάξας
πέμπε πάλιν Τυφῶνι· μεταστρεφθεῖσα δὲ πολλῇ
ἠερίῃ στροφάλιγγι παλιννόστοιο πορείης
αὐτομάτη τόξευεν ὀιστευτῆρα κολώνη.
τέτρατον ἠκόντιζεν ὑπέρτερον· ἁψαμένη δὲ
αἰγίδος ἀκροτάτων θυσάνων ἐδιχάζετο πέτρη.
ἄλλην δὲ προέηκεν· ἀελλήεσσα δὲ πέτρη
ἡμιδαὴς σελάγιζεν ὀιστευθεῖσα κεραυνῷ.
οὐ σκοπιαὶ νέφος ὑγρὸν ἀνέσχισαν, ἀλλὰ τυπεῖσαι
ὑδρηλαῖς νεφέλῃσι διερρήγνυντο κολῶναι.
ξυνὴ δʼ ἀμφοτέροισιν ἰσόρροπος ἦεν Ἐνυὼ
καὶ Διὶ καὶ Τυφῶνι· πολυφλοίσβῳ δὲ βελέμνῳ
αἰθέρος ὀρχηστῆρες ἐβακχεύοντο κεραυνοί.
μάρνατο δὲ Κρονίδης κεκορυθμένος· ἐν δὲ κυδοιμῷ
βροντὴν μὲν σάκος εἶχε, νέφος δέ οἱ ἔπλετο θώρηξ,
καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ
ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί·
ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ
πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ
τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει
ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ,
πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ
νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων
λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ·
οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ
λιγνύι καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ
λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
ἄλλην δʼ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης
ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων
τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·