Ancient Greek · ~7 min
Book 2, lines 2.51-2.103
Nonnus of Panopolis, Διονυσιακά 2.51-103
Not analysed yet
ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων
αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.
καὶ ποταμοὺς ἐκόνισσε πιὼν ἐπιδόρπιον ὕδωρ,
Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·
καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ
ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ
κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.
μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν
ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν
νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις·
οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς
ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
οὐδὲ Τυφαονίης παλάμης νωμήτορι παλμῷ
αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,
ἀλλὰ βόας μεθέηκε, Γιγαντείῳ δὲ βελέμνῳ
σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης.
καὶ διερὴν φλέβα λῦσεν, ἀνοιγομένου δὲ βερέθρου
χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ·
καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις
ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,
ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων
αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.
δένδρεα δʼ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,
καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ
κῆπος ἀιστώθη, ῥοδόεις δʼ ἀμαθύνετο λειμών·
καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων
αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·
κεκλιμένην δʼ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·
καί, Μορίης μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην
τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·
καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·
καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἁδρυάδες δὲ
ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.
καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
σύγχρονος ἀκρήδμενος Ἁμαδρυὰς ἄνθορε δάφνης,
ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη
ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·
Δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
ἀμφοτέραις, μὴ Φοῖβον ἴδης, μὴ Πᾶνα νοήσω.
ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης
τέμνετε δειλαίης τετιημένα· φείδεο, τέκτων,
ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,
μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.