Ancient Greek · ~7 min
Book 2, lines 2.600-2.649
Nonnus of Panopolis, Διονυσιακά 2.600-649
Not analysed yet
καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου
τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·
χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.
ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν Ἐνυώ·
πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
πῇ δε δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ;
πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί;
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα;
πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ
χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ
ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,
τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·
Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.
ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν Ἀρούρης.
καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,
ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος
Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην,
μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.
γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα
ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης
κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,
βόστρυχον ὑλήεντος ἀποτμήξασα καρήνου
φυλλοχόῳ ἅτε μηνί, χαραδραίας δὲ παρειὰς
δρύψατο, καὶ κελαδεινὰ διʼ εὐύδρων κενεώνων
ἔρρεε μυρομένης ποταμήια δάκρυα Γαίης.
ἐκ δὲ Τυφαονίων μελέων στροφάλιγγες ἀέλλης
κύματα μαστίζουσιν, ἐπεσσύμεναι δὲ καλύψαι
ὁλκάδας ἀκλύστοιο καθιππεύουσι γαλήνης,
οὐ μούνοις ῥοθίοισιν ἐπήλυδες· ἀλλʼ ἐνὶ γαίῃ
πολλάκις αἰθύσσουσα θυελλήεσσα κονίη
ὄρθιον ἡβώοντα κατέκλυσε καρπὸν ἀλωῆς.