Ancient Greek · ~7 min
Book 2, lines 2.650-2.698
Nonnus of Panopolis, Διονυσιακά 2.650-698
Not analysed yet
καὶ ταμίη κόσμοιο, παλιγγενέος Φύσις ὕλης,
ῥηγνυμένης κενεῶνα κεχηνότα πῆξεν ἀρούρης,
νησαίους δὲ τένοντας ἀποτμηγέντας ἐναύλων
ἁρμονίης ἀλύτοιο πάλιν σφρηγίσσατο δεσμῷ.
οὐκέτι δὲ κλόνος ἦεν ἐν ἄστρασιν· ἠέλιος γὰρ
χαιτήεντα Λέοντα παρὰ σταχυώδεϊ Κούρῃ
Ζῳδιακῆς ἔστησε παραΐξαντα κελεύθου·
οὐρανίου δὲ Λέοντος ἐπισκαίροντα προσώπῳ
καρκίνον ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος
ἂψ ἀνασειράζουσα διεστήριξε Σελήνη.
οὐ μὲν ἀοιδοπόλοιο λελασμένος ἔπλετο Κάδμου
Ζεὺς Κρονίδης, καλέσας δὲ τόσην ἐφθέγξατο φωνὴν
ἠερίης σκιοειδὲς ἀποσκεδάσας νέφος ὄρφνης·
Κάδμε, τεῇ σύριγγι πύλας ἔστεψας Ὀλύμπου·
σὸν γάμον οὐρανίῃ καὶ ἐγὼ Φόρμιγγι γεραίρω·
γαμβρὸν ἐγὼ τελέσω σε καὶ Ἄρεϊ καὶ Κυθερείῃ,
καὶ χθονίου δείπνοιο θεοὺς ἔχε δαιτυμονῆας.
ἵξομαι εἰς σέο δῶμα· τί φίλτερον ἄλλο νοήσεις
ἢ μακάρων βασιλῆα τεῆς ψαύοντα τραπέζης;
εἰ δὲ τύχης ἐθέλεις ἑτερότροπα κύματα φεύγειν
πορθμεύων βιότοιο γαληναίοιο πορείην,
Ἄρεα μὲν Διρκαῖον ἀεὶ πεφύλαξο χαλέψαι,
Ἄρεα νόσφι λόχου κεχολωμένον· ἐννύχιος δὲ
οὐρανίοιο Δράκοντος ἐναντίον ὄμμα τιτήνας
ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
Θρηικίην δʼ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
τὸν μέν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
γαμβρὸν ἐς Ὠρείθνιαν ἄγω καὶ Θρῇκα Βορῆα,
νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δʼ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ
σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ
Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ
καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.