Ancient Greek
Book 20, lines 20.149-20.197
Nonnus of Panopolis, Διονυσιακά 20.149-197
Not analysed yet
ἔνθά τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,
ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,
ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,
αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ
ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις
εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ
πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη
χήρη, γηραλέη, γαμίων ἔτι νῆες Ἐρώτων,
εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,
ἄβροχον ἅρμα φέρων τετράζυγον ἐννοσιγαίου
νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ
Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,
οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·
καὶ δρόμος ἦν ἀνόνητος· ὑπʼ Ἠελίοιο δὲ δίφρῳ
κηροπαγὴς φλογόεντι τύπος θερμαίνετο πυρσῷ,
καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ
πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας
δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι
δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ
ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.
ὡς δʼ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος
ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,
ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,
οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.
καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ
ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,
οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ
σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ
δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται
ἀντὶ Διὸς σπεύδοντο θυηπολέειν Λυκοόργῳ.
Οὐδʼ ἔλαθες, Διόνυσε, δολορραφέος φθόνον Ἤρης·
ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ
ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρά σε θέλξῃ
κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ·
δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ
Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ
Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·
καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,
δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,
κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,
αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν
ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ·
τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῤα καὶ αὐτὸς
Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;