Ancient Greek · ~8 min
Book 20, lines 20.97-20.148
Nonnus of Panopolis, Διονυσιακά 20.97-148
Not analysed yet
τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.
ὥς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,
φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου
καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα
Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληίδα φυλάσσων
φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,
πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν
στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου
λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων
ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,
πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
ὅς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.
καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας
βότρυς ἐρευθήεις, τετράζυγον ἄρμα τιταίνων,
σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,
δμῶας ἔχων κατόπισθε· μέθῃ δʼ ἄμα μητέρι νύμφη
λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,
καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων
εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·
καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,
ἔσπετο θητεύων καὶ Βότρθϊ καὶ Διονύσῳ.
οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν
Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,
δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης
ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων
πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ
ἵσταται Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,
τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·
εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ
δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ
λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ
νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δʼ ἄμφω,
οἶα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.
καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι
Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων
καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὔδωπ
καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης,
Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ὑπὸ δένδρων
Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης
καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.