Ancient Greek · ~7 min
Book 20, lines 20.297-20.345
Nonnus of Panopolis, Διονυσιακά 20.297-345
Not analysed yet
καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας
ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων
ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·
καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,
καί φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν
χερσὶ δὲ δινεύουσα φιλύια ῥόπτρα Λυαίου
Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.
καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης,
αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς
καὶ καναχὴν σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς
μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·
καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,
σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·
ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;
καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις
ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.
εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.
τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρά τις εἴπῃ,
ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου
ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.
οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,
οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες
ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.
σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,
καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου
ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι κεραίην.
ὣς εἰπὼν ἐδίωκε Διωνύσοιο τιθήνας
θεινομένας βουπλῆγι· φιλοσκάρθμων δὲ γυναικῶν
ἡ μὲν ἑῆς παλάμης ἀπεσείσατο κύμβαλα Ῥείης,
ἡ δὲ φιλοκροτάλων ἀπεθήκατο τύμπανα χειρῶν,
ἄλλη βοτρυόεσσαν ἀνηκόντιζεν ὀπώρην,
ἄλλη νεκταρέοισι συνωλίσθησε κυπέλλοις·
πολλαὶ δʼ αὐτοκύλιστον ἀπερρίψαντο κονίῃ
ἡδυμελῆ σύριγγα καὶ ἔμπνοον αὐλὸν Ἀθήνης.
ὡς δʼ ὅτε τις μετὰ χεῖμα γαληναίῃ παρὰ λόχμῃ
ἀννεφέλου Φαέθοντος ἰδὼν τερψίμβροτον ὥρην
ποιμὴν κῶμον ἔγειρε, συνωρχήσαντο δὲ Νύμφαι·
ἄφνω δʼ ἐκ σκοπέλοιο χύθη κυκλούμενον ὕδωρ
κύμασι πυργωθέντος ὀρεσσιχύτου ποταμοῖο·
αὐτὰρ ὁ συρίζων ἀπεσείσατο πηκτίδα χειρῶν
δειμαίνων θρασὺ χεῦμα χαραδραίου ποταμοῖο,
οἰδαλέῳ μὴ μῆλα κατακρύψειε ῥεέθρῳ·
ὣς ὅ γε τερψινόου σκεδάσας ἀλάλαγμα χορείης
εἰς ὄρος ὑψικάρηνον ἀνάμπυκας ἤλασε Βάκχας·
καὶ κλονέων ἀχόρευτος ἀλήμονα θῆλυν Ἐνυώ,
θηγαλέον βουπλῆγα φέρων, κειμήλιον Ἥρης,
χαλκοχίτων Λυκόοργος ἀτευχέι μάρνατο Βάκχῳ·