Ancient Greek · ~7 min
Book 20, lines 20.346-20.393
Nonnus of Panopolis, Διονυσιακά 20.346-393
Not analysed yet
καὶ κέλαδον βρονταῖον ἐπέκτυπε δύσμαχος Ἥρη,
μητρυιὴ βαρύδουπος ἐπιβρίθουσα Λυαίῳ,
καί μιν ἀνεπτοίησε· βαρυζήλου δὲ θεαίνης
ὕψι κορυσσομένης ἐλελίζετο γούνατα Βάκχου·
ἔλπετο γὰρ Κρονίωνα προασπίζειν Λυκοόργου,
αἰθερίου πατάγοιο τύπον βρονταῖον ἀκούων·
ταρβαλέοις δὲ πόδεσσι φυγὼν ἀκίχητος ὁδίτης
γλαυκὸν Ἐρυθραίης ὑπεδύσατο κῦμα θαλάσσης.
τὸν δὲ Θέτις βυθίη φιλίῳ πήχυνεν ἀγοστῷ,
καί μιν ἔσω δύνοντα πολυφλοίσβοιο μελάθρου
χερσὶ φιλοξείνοισιν Ἄραψ ἠσπάζετο Νηρεύς·
τὸν δὲ παρηγορέων φιλίῳ μειλίξατο μύθῳ·
εἰπέ, τί σοι, Διόνυσε, κατηφέες εἰσὶν ὀπωπαί;
οὔ σε χαμαιγενέων Ἀράβων στρατός, οὔ σε διώκων
θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγγες αἰχμήν·
ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,
τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ
πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.
σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,
ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη
χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.
τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου
ἀσχαλόων Λυκόοργος ἐς ὕδατα· ῥῆξεν ἰωήν·
αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,
ὥς κεν ἀεθλεύσαιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα
ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ ἀπὸ κόλπων
Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον εἰς χθόνα σύρω.
ἀλλʼ, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων
καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,
Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου
καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,
σύγγονον αἷμα φέροντα· καὶ οὐ χρέος ἐστὶ σιδήρου,
οὐ χθονίου βουπλῆγος ἀφειδέος, ἀλλὰ χατίζω
ἰχθυβόλων, ἵνα δύντες Ἐρυθραίης βυθὸν ἅλμης
ἐνδόμυχον Διόνυσον ἀφαρπάζωσι θαλάσσης·
ἰχθυβόλοι, Νηρῆος ἐρευνητῆρες ἐναύλων,
δίκτυα μὴ νεπόδεσσιν ἐφαπλώσητε θαλάσσης,
ἀλλὰ λίνοις Διόνυσον ἐρύσσατε· Λευκοθέη δὲ
εἰς χθόνα νοστήσειε συναγρευθεῖσα Λυαίῳ,
καὶ θρασύς εἰς ἐμόν οἶκον ὁμαρτήσειε Παλαίμων
ἀβρέκτοις μελέεσσιν ὑποδρήσσων Λυκοόργῳ,
ὄφρα λιπὼν Ἐφύρειον ἁλιτρεφέων δρόμον ἵππων
δίφρον ἐμὸν ζεύξειεν ἐπιχθονίῃ παρὰ φάτνῃ,
αὐτός ὁμοῦ καὶ Βάκχος ὀπάονες· εἷς δόμος ἔστω,
εἷς δόμος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ.