Ancient Greek · ~8 min
Book 21, lines 21.101-21.152
Nonnus of Panopolis, Διονυσιακά 21.101-152
Not analysed yet
καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ
Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·
καὶ πτελέη χθονὶ κεῖτο, κόμην δʼ ἐκονίσσατο δάφνη,
καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.
ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης,
νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,
τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ
θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης
Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ
ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,
ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ
υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.
καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ
υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ
ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην
εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.
τοῖα μὲν οἰστρήεντι δόλῳ κυμαίνετο βούτης
δαιτρεύων ἑὰ τέκνα, καὶ υἱέας εἰλαπινάζων
παιδοβόροις γενύεσσι· νοοσφαλέων δὲ βοτήρων
ἄτροφον ἀρσενόπαιδα τόκον τυμβεύσατο γαστὴρ
νυμφάων παλάμῃσι· πολυγνάμπτοις δὲ πετήλοις
ἀμφιπαγὴς πεπέδητο, καὶ οὐ γόνυ κάμψε Λυαίῳ,
οὐ Διὶ χεῖρα τίταινεν, ἀλεξήτειραν ἀνάγκης,
οὐ βροντῆς φόβον εἶχεν· ἀπειλήσας δὲ προσώπῳ
χώετο Βασσαρίδεσσιν· ἐπεσσυμένην δὲ καρήνῳ
ἀστεροπὴν ἐνόησε, καὶ οὐχ ὑπόειξε Λυαίῳ.
βάλλετο δʼ ἔνθα καὶ ἔνθα, πολυσπερέων δὲ βολάων
τοσσατίην ἕστηκε μένων ἀντίξοον ὁρμήν,
Ἄρεα μοῦνον ἔχων χραισμήτορα, μοῦνος ἐρίζων
Ζηνί, Ποσειδάωνι, Ῥέῃ, Χθονί, Νηρέι, Βάκχῳ.
καὶ μογέων ἀχάλινον ἀπερροίβδησεν ἰωήν·
ἅψατε πῦρ, φλέξωμεν ὅλον φυτόν, ἐν πυρὶ κείσθω
βακχικὰ ταῦτα πέτηλα, καὶ αἰθομένας διὰ πόντου
ἡμερίδας ῥίψωμεν ὑποβρυχίῳ Διονύσῳ,
ἠνορέης Ἀράβων σημήιον· ἀλλὰ καὶ αὐτὴ
δεξαμένη κατὰ κῦμα Θέτις πυρίκαυτον ὀπώρην
τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.
λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·
μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·
λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ
Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,
ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι θυμῷ
ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.
εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ
Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα
υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ
Αρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις
δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,
εἰς φόβον αἰθύσσουσα Κυβηλίδα θῆλυν Ἐνυώ·