Ancient Greek · ~8 min
Book 21, lines 21.153-21.210
Nonnus of Panopolis, Διονυσιακά 21.153-210
Not analysed yet
ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ
δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.
καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην
γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,
ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη
ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,
ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,
ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης
λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,
αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δʼ ἐνὶ πόντῳ
θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·
καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.
ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·
καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ·
Καδμείην δʼ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην
αὐτοκασιγνήτην προσπτύξατο μητέρος Ἰνώ,
καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ
σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,
Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν
ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·
καὶ Σάτυρος φιλόμοχθος ἔχων ἀγέλαστον ὀπωπὴν
ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται,
Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·
Σειληνὸς δʼ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
κεῖτο κατηφιόων· Κρονίη δʼ ἐλελίζετο Νύμφη
Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,
Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.
ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ
Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης
πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,
νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.
ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,
τόφρα δὲ Καυκασίοιο διʼ οὔρεος εἰς πόλιν Ἰνδῶν
οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,
αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,
δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,
ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.