Ancient Greek · ~7 min
Book 22, lines 22.243-22.289
Nonnus of Panopolis, Διονυσιακά 22.243-289
Not analysed yet
ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ
λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·
ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
καί τις ἑὴν σάλπιγγα μάτην περὶ χεῖλος ἐρείσας
ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,
ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.
οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
θαρσαλέοι δʼ ἥψαντο παλιννόστοιο κυδοιμοῦ
αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.
καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ
Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.
αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,
οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·
ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου
ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,
οἶς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης
διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ
Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης
αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·
καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ
τοὺς μέν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,
τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δʼ ἐρυθαίνετο λύθρῳ
Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ
κεῖτο πολυσπερέων νεκύων χύσις, ὦν ὁ μὲν αὐτῶν
ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων
ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·
καὶ δαπέδῳ στείνοντο, νέκυς δʼ ἐπερείδετο νεκρῷ
κεκλιμένῳ μετρηδόν, ἀπʼ ἀρτιτόμοιο δὲ λαιμοῦ
ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·
καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων
γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,
υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ·
υἱὲ Διὸς ζείδωρε μιαιφόνε—καὶ γὰρ ἀνάσσεις
ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο,—
ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν
Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,
ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν
σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν
ἀνέρας ἀμώων ἅτε λήιον· ἀμφότερον δὲ
ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄεος αἵματι νίφεις.
τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων
οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν
βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.
καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας
πέμπε βέλος, καὶ βαιόν ὅσον χροὸς ἄκρον ἀμύξαι,
μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.