Ancient Greek · ~7 min
Book 22, lines 22.290-22.333
Nonnus of Panopolis, Διονυσιακά 22.290-333
Not analysed yet
μάρνατο δʼ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν
Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ,
λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.
καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης
ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην
δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων
εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς·
ἀλλʼ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος
ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,
δὴ τότε οἱ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη
πεζὸς ἀνήρ, ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας
ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ
λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ
ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων
δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,
Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,
γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου
ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,
ἢ θανέειν ἤ φῶτα βαλεῖν ἤ πῶλον ἐλάσσαι
ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ
δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου
πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα·
καὶ νύ εἰς χθόνα ῥῖψεν ἀμήτορος ἀστὀν Ἀθήνης,
ἀλλά μιν ἔγχεϊ νύξε παρʼ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς
καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ
εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς
ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ
κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.
τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,
ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.
κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν
ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου
εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ
νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.
ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς
πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·
ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,
ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,
ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτων
μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,
ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὅς δὲ φυγόντος
ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ
καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.