Ancient Greek
Book 23, lines 23.142-23.191
Nonnus of Panopolis, Διονυσιακά 23.142-191
Not analysed yet
καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων
ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·
καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα
ὑψιφανὴς ἀνέτελλε διʼ ὕδατος ἄβροχος αὐχήν.
καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,
ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,
δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,
ἐνδομύχων δʼ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.
αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν
ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·
καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων
πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι
Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.
ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις
εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·
Σειληνοὶ δὲ γέροντες ἐναυτίλλοντο θαλάσσῃ
καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην
καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν
γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,
μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·
γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει;
οἴδματα σεῖο κόρυσσον ἐπιβρίθων Διονύσῳ,
ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ
ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις·
Αἰόλε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ
σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας
μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης
ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,
καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·
σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ·
χεύμασι δʼ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ
συρομένων προχοῇσιν ἐμὸς ῥόος ἄρμα δεχέσθω,
οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.
οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσω·
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ
ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις
ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.
εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ
νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει
καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει;
αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες
ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.
οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔξεον Ἰνδοὶ
ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ
Δηριάδης ἐχάραξεν ἑῶ περιμήκεϊ δίφρῳ,
ὑψιλόφων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.