Ancient Greek
Book 23, lines 23.192-23.242
Nonnus of Panopolis, Διονυσιακά 23.192-242
Not analysed yet
ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ
αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ
μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·
καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,
μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ
Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν
καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ
ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,
καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου
Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας·
ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους,
νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις,
καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο
ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ·
καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτόν ὕδωρ
ἰκμαλέην ἐλέλιζε διʼ ὕδατος ὄρθιον οὐρήν·
γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων
ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ
κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου·
πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ
Πανιὰς ἀκροτάτοιο διʼ ὕδατος ἔπλεε σύριγξ,
κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ
Σειληνοῦ λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων,
ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ,
κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν Ἐνυώ·
καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην
ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα φαίνων,
οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.
οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,
οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου
χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,
ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.
καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν·
τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,
τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.
ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,
καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;
πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,
μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ·
ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς·
σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω.
ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ
τλήμεναι αἰθαλόεντος ἔνα σπινθῆρα κεραυνοῦ.
εἰ δὲ μέγα φρονέεις χάριν Ἀστερίης σέο νύμφης,
ἣ λάχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,
ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,
οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,
καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων,
οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,
οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.