Ancient Greek · ~4 min
Book 23, lines 23.294-23.320
Nonnus of Panopolis, Διονυσιακά 23.294-320
Not analysed yet
Ἀρκτῴην δʼ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω
ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης·
καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης
αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,
κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω
νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν
Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω,
αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ
ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,
νηχομένους μετʼ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,
ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω
ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης,
κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,
Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή,
δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω
ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,
ὡς πάρος ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου
ὑγρὸς Ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν Ἐνυώ·
κρύψω δʼ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ
ἄρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ.
Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ
Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
καὶ ποταμοὺς καί φῶτας ἀμεμφέας· ἀμφότερον δὲ
Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.
ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.