Ancient Greek · ~7 min
Book 23, lines 23.243-23.293
Nonnus of Panopolis, Διονυσιακά 23.243-293
Not analysed yet
εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,
Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,
ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ
σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,
χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,
υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,
οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.
ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μή σε νοήσω
Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.
ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης
κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.
καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,
εἰ μὴ Βάκχος ἄμυνεν, ἀπʼ ἀγχιπόροιο δὲ λόχμης
πυρσοτόκον νάρθηκα λαβὼν ἀντώπιον Ἠοῦς
ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου
αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ·
καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ
καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι·
καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης
λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου·
καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ
καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ
ἠερίας ἁψῖδας, ὅλη δʼ ἐμελαίνετο λόχμη
εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.
καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ
ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ
νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς
ὑγρὸν ἀναπτομένη· βυθίων δʼ ἀπὸ καπνὸς ἐναύλων
ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.
Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ
γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου·
καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ
νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην·
ἄλλη δʼ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην
ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης
ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην
παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων.
Ὠκεανὸς δʼ ἰάχησεν ἀπειλείων Διονύσῳ,
ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,
καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων
ἠιόνας κόσμοιο κατέκλυσε χεύματι μύθων·
ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου
παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς,
ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ
εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς·
ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα
Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.
ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ
ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,
κρύψω δʼ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων
χεύματι μορμύροντι κατακλύζοντα Σελήνην·