Ancient Greek · ~8 min
Book 24, lines 24.141-24.191
Nonnus of Panopolis, Διονυσιακά 24.141-191
Not analysed yet
καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην
πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.
τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,
καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·
Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη
καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,
ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,
κτεῖνε μὲν ἐν πεδίῳ στρατὸν ἄσπετον ὀξέι θύρσῳ
βλήμενον, ἐν ῥοθίοις δὲ τὸ λείψανον ὤλεσεν Ἰνδῶν.
ἀλλὰ σοφοὺς Βραχμῆνας ἐρείομεν, ὄφρα δαείης,
εἰ θεὸς οὗτος ἵκανεν ἐς ἡμέας ἢ βροτὸς ἀνήρ.
μή νυχίην ἀνόνητον ἀναστήσειας Ἐνυώ,
μὴ στρατιὴν ὀλέσειας ἀφεγγέι δηιοτῆτι·
ἤδη δʼ ἀχλυόεις τέταται ζόφος· ἀγχιφανὴς δὲ
δῆριν ἀναστέλλων ἀμαρύσσεται Ἕσπερος ἀστήρ.
εἰ δὲ πόθος μεθέπει σε δυσαντήτοιο κυδοιμοῦ,
σήμερον Ἰνδὸν ἔρυκε, καὶ αὕριον εἰς μόθον ἕλκεις.
ὣς εἰπὼν παρέπεισεν ἀπειθέα Δηριαδῆα,
οὐ χάριν ἀδρανίης πειθήμονα, δυομένῳ δὲ
μεμφόμενον Φαέθοντι καὶ οὐκ εἴκοντα Λυαίῳ.
Ἰνδῴην δὲ φάλαγγα μεταστήσας ποταμοῖο
Δηριάδης ὑπέροπλος ἐχάζετο πενθάδι λύσσῃ,
ἑζόμενος λοφίῃσι παλιννόστων ἐλεφάντων.
Ἰνδοὶ δʼ ἔνθα καὶ ἔνθα σὺν ἠλιβάτῳ βασιλῆι
εἰς πόλιν ἐρρώοντο πεφυζότες, ἔνδοθι πύργων
νίκην εἰσαΐοντες ἀρειμανέος Διονύσου.
ἤδη δὲ στονόεσσα διʼ ἄστεος ἵπτατο φήμη,
σύγγονον ἀγγέλλουσα νεοσφαγέων φόνον Ἰνδῶν.
καὶ γόος ἄσπετος ἔσκε· φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις ὀνύχεσσι χαράσσετο κύκλα προσώπου,
καὶ μεσάτου στέρνοιο διεσχίζοντο χιτῶνες
στήθεα γυμνώσαντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
τυπτομένων παλάμῃσιν ἴτυς φοινίσσετο μαζῶν
αἱμοβαφής. πολιὸς δὲ γέρων ἐπὶ γήραος οὐδῷ
χιονέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
τέσσαρας ἡβώοντας ὀλωλότας υἷας ἀκούων,
Αἰακὸς οὓς ἐδάμασσε μιῇ δασπλῆτι μαχαίρῃ,
κτεινομένους ἐλεεινά· βαρυτλήτων δὲ γυναικῶν
ἡ μὲν ἑὸν στενάχιζεν ἀδελφεόν, ἡ δὲ τοκῆα·