Ancient Greek
Book 24, lines 24.192-24.241
Nonnus of Panopolis, Διονυσιακά 24.192-241
Not analysed yet
ἄλλη ποικιλόδακρυς ἀνεστεναχίζετο νύμφη
νυμφίον ἀρτιχόρευτον ἐοικότα Πρωτεσιλάῳ,
ἄλλη Λαοδάμεια· νεοζεύκτοιο δὲ νύμφης
ἄπλοκος ἀκρήδεμνος ἐτίλλετο βότρυς ἐθείρης.
καί τις ἀμηχανέουσα δεδουπότος εὐνέτις Ἰνδοῦ,
ἀγχιτόκους ὠδῖνας ἀναπλήσασα λοχείης
καὶ δεκάτης ὁρόωσα λεχώια κύκλα Σελήνης,
ὑδρηλῷ πολύδακρυς ἐπέστενεν ἀνδρὸς ὀλέθρῳ,
καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·
οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·
οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ
σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,
οὐ μὰ σέ καί σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,
οὐ μὰ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.
τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,
ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν
κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;
αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν
γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.
εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,
υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;
εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.
ἄλλη δʼ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους
ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη
στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδʼ ἐνὶ παστῷ
ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.
τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς
εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,
καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ
θεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δʼ ἀπὸ ποίμνης
πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.
ἑζόμενοι δʼ ἀγεληδὸν ἐπʼ εὐκύκλοιο τραπέζης
Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ
χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·
πίνετο δʼ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ
εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,
νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.
τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων
Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,
πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·
καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,
πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ
Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,
χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.
Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης
ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς
πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν
τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,
ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.