Ancient Greek · ~8 min
Book 24, lines 24.291-24.339
Nonnus of Panopolis, Διονυσιακά 24.291-339
Not analysed yet
τίς καλέει γλαυκῶπιν, ὅτʼ ὠδίνουσι γυναῖκες;
ὣς φαμένης ἀγέροντο θεοὶ ναετῆρες Ὀλύμπου,
ἱστὸν ἰδεῖν ἐθέλοντες ἐποιχομένην Ἀφροδίτην.
καὶ καμάτους ὁρόωντες ἀπειρομόθου Κυθερείης
θαμβαλέοι νόθον ἔργον ἐκυκλώσαντο θεαίνης·
καὶ γελόων ἀγόρευε πάλιν φιλοκέρτομος Ἑρμῆς·
ἱστὸν ἔχεις, Κυθέρεια· τεὸν λίπε κεστὸν Ἀθήνῃ.
εἰ μίτον ἀμφαφάᾳς εἰ κερκίδα χερσὶ τιταίνεις,
καὶ δόρυ θοῦρον ἄειρε καὶ αἰγίδα Τριτογενείης.
οἶδα, πόθεν, Κυθέρεια, πολύκροτον ἱστὸν ὑφαίνεις,
σὸς δόλος οὔ με λέληθε· τεὸς τάχα νυμφίος Ἄρης
εἰς γάμον ἱμερόεντας ἀπαιτίζει σε χιτῶνας.
Ἄρεῖ πέπλον ὕφαινε· νεοκλώστῳ δʼ ἐνὶ πέπλῳ
ἀσπίδα μή ποίκιλλε· τί γὰρ σακέων Ἀφροδίτῃ;
τεῦχε τεῆς Φαέθοντα φεραυγέα μάρτυρον εὐνῆς,
φώριον ἀγγέλλοντα τεῶν συλήτορα λέκτρων·
ἢν ἐθέλῃς, ποίκιλλε καὶ ἀρχαίους σέο δεσμούς,
καὶ θεὸν ἀσκήσειε νόθον πόσιν αἰδομένη χείρ·
καὶ σὺ τεὸν μετὰ τόξον, Ἔρως, ἄτρακτον ἑλίσσων
μητέρι νήματα τεῦχε φιληλακάτῳ Κυθερείῃ,
ὄφρα μετὰ πτερόεντα καὶ ἱστοπόνον σε καλέσσω,
καὶ μετὰ νεῦρα βόεια θεὸν πυρόεντα νοήσω
πηνίον ἐξέλκοντα παρὲκ μίτον ἀντὶ βελέμνων.
χρυσῷ τεῦξον Ἄρηα μετὰ χρυσῆς Ἀφροδίτης
κερκίδα χειρὶ φέροντα καὶ οὐ πάλλοντα βοείην,
δίπλακα ποικίλλοντα σὺν ἐργοπόνῳ Κυθερείῃ.
ἀλλά, θεὰ Κυθέρεια, φιληλακάτων ἀπὸ χειρῶν
ῥῖπτε μίτους ἀνέμοισι καὶ ἄμφεπε κεστὸν ἱμάντα,
συζυγίης δʼ ἀλέγιζε τὸ δεύτερον· ἀρχέγονος γὰρ
πλάζεται εἰσέτι κόσμος, ἕως ἔτι πέπλον ὑφαίνεις.
ὣς φαμένου μείδησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
Ἀλλʼ ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,
οἶνον ἀναβλύζοντες ἐρημάδι κάππεσον εὐνῇ·
οἱ μὲν δαιδαλέης ἐπὶ νεβρίδος, οἱ δʼ ἐπὶ φύλλων
πεπταμένων, ἕτεροι δὲ χυτῆς ἐφύπερθε κονίης
δέρμασιν αἰγείοισιν ἐπεστορέσαντο χαμεύνην·
ἄλλοι δʼ ἐργεμόθοισιν ἐφωμίλησαν ὀνείροις,
χάλκεον ἁπλώσαντες ἐνυαλίῳ δέμας ὕπνῳ,
ὧν ὁ μὲν Ἰνδὸν ἔβαλλε καθήμενον ὑψόθεν ἵππου,
ἄλλος δʼ Ἰνδὸν ἔνυξε κατʼ αὐχένος, ὃς δὲ δαΐζων
ἄορι πεζὸν ἔτυψεν, ὁ δʼ οὔτασε Δηριαδῆα·