Ancient Greek · ~7 min
Book 25, lines 25.286-25.333
Nonnus of Panopolis, Διονυσιακά 25.286-333
Not analysed yet
τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·
χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,
ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
καὶ κύνας οἰνωθέντας ἐπʼ ᾐόνι κοῦρος ἐάσας
λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι
ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.
ἤδη δʼ ἀμπελόεσσα διʼ ἄστεος ἔτρεχεν ὀδμὴ
καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου·
πύργοις δʼ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται
δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις
ἄστεος ὑψιλόφοιο φυλάκτορες. ὲν δὲ κολώναις
ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,
ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης
μετρήσασα μόθοιο τριηκοστῆς δρόμον Ἠοῦς·
νίκης δʼ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.
παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ,
οἶα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης
ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ
ἑλκεχίτων Σκυθικοῖο διʼ οὔρεος ἄσπορος Ἄττις
ἵκετο μαστίζων μετανάστιον ἄρμα λεόντων,
Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ
φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων,
ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δέ
παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ
θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ·
ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης
ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ·
καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ
Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.
στήσας δʼ ἄγριον ἅρμα, διʼ ἄντυγος ἡνία τείνας,
καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν·
ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,
εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν
ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰωδῶν;
οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ
Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων
Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ
ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις·