Ancient Greek · ~7 min
Book 25, lines 25.242-25.285
Nonnus of Panopolis, Διονυσιακά 25.242-285
Not analysed yet
ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς
Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν,
οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου
ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν,
οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς,
οὐδὲ κύων, ἣ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη
χρυσοφαής, ἣ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης
οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,
ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη
Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη
Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης.
παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ,
ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ·
Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω
Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα.
ὑμνήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα
Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων,
ἄλλοις δʼ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐᾶσαι,
εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν
πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ
δεύομαι εὐεπίης, ὅτι τηλίκον Ἄρεα μέλπων
Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου.
ἀλλά, θεά, με κόμιζε τὸ δεύτερον εἰς μέσον Ἰνδῶν,
ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου,
μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι
σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς
Βακχιάδος σύριγγος ἀγέστρατον ἦχον ἀκούσω
καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,
ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν.
ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης
ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης,
ἀμβολίῃ πολέμοιο· φόβῳ δʼ ἐλελίζετο Γάγγης
οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δʼ ἐπὶ πότμῳ
πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν
πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί.
Δηριάδην δʼ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς·
ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ
ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας
οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.
κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου
οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί·