Ancient Greek
Book 25, lines 25.380-25.428
Nonnus of Panopolis, Διονυσιακά 25.380-428
Not analysed yet
αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν
θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,
καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,
χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,
Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,
ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,
θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ
ἀσπίδα δαιδάλλουσα πολύχροον, ἦς ἐνὶ μέσσῳ
ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,
καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ
χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων
ἠέλιον ποίκιλλεν, ἀπʼ ἀργυρέου δὲ μετάλλου
λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην·
ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ
μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ
ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ
ἄβροχον οὐρανίης διδυμάονα ῥυμὸν Ἁμάξης·
ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο
ἀλλήλων στιχόωσιν ἐπʼ ἰξύι, καἰ τόσον αἰεὶ
νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου,
ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν·
διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,
ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων
γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,
ἄψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ
Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὅς διὰ γαίης
δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει,
εἰς κεφαλὴν Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων
ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος, Ἄρκτων
τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ
φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,
πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.
τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς
ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ
τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης,
ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων
κτιζομένων· καἰ Ζῆθος ἕην περὶ πατρίδι κάμνων,
θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων·
Ἀμφίων δʼ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ
εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,
οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι· καἰ τάχα φαίης
ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων
κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·
σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,
κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ,
ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας
πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,
μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.