Ancient Greek
Book 25, lines 25.429-25.477
Nonnus of Panopolis, Διονυσιακά 25.429-477
Not analysed yet
καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,
δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς
Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ
αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,
οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ·
ταρβαλέος δʼ ἤικτο διʼ αἰθέρος ἱπτάμενος Ζεύς,
ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,
ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,
μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης
ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης·
μοίρας δʼ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας
ἡβητὴς ἐρόεις ἑὸν οὔνομα γείτονι πόντῳ
ὄψιμον ἁρπάξειε γέρας πεφυλαγμένον Ἕλλῃ·
οὐρανίης δʼ ἤσκητο θεῶν παρὰ δαῖτα τραπέζης
κοῦρος ἀφυσσομένῳ πανομοίιος· αὐτοχύτου δὲ
νεκταρέης κρητῆρα βεβυσμένον εἶχεν ἐέρσης,
καὶ Διὶ δαινυμένῳ δέπας ὤρεγεν· ἕζετο δʼ Ἥρη
οἶα χολωομένη καὶ ἐν ἀσπίδι, μάρτυρι μορφῇ
ψυχῆς ζῆλον ἔχουσα, παρεζομένῃ δὲ θεαίνῃ
Παλλάδι δείκνυε κοῦρον, ὅτι γλυκὺ νέκταρ Ὀλύμπου
βουκόλος ἀστερόφοιτος ἐῳνοχόει Γανυμήδης
πάλλων χειρὶ κύπελλα, τά περ λάχε παρθένος Ἥβη.
Μαιονίην δʼ ἤσκησεν, ἐπεὶ τροφὸς ἔπλετο Βάκχου,
καὶ Μορίην καὶ στικτὸν ὄφιν καὶ θέσπιδα ποίην,
καὶ χθονὸς ἄπλετον υἷα δρακοντοφόνον Δαμασῆνα,
καὶ Τύλον ἰοβόλῳ κεχαραγμένον ὀξέι πότμῳ
Μαιονίης ναέτην μινυώριον, ὅς ποτε βαίνων
Μυγδονίου ποταμοῖο παρʼ ὀφρύσι γείτονος Ἕρμου
ἥψατο χειρὶ δράκοντος· ὁ δὲ πλατὺν αὐχένα τείνας,
ὑψώσας δὲ κάρηνον ἀφειδέι χάσματι λαιμοῦ
ἀντίον ἀνδρὸς ὄρουσε, καὶ ἰσχία φωτὸς ἱμάσσων
ὁλκαίην ἐλέλιζε θυελλήεσσαν ὁμοκλήν,
καὶ βροτέῳ στεφανηδὸν ἐπὶ χροῒ νῶτα συνάπτων,
ἁλλόμενος περὶ κύκλα νεότριχος ἀνθερεῶνος,
ὄγμῳ πουλυόδοντι παρηίδος ἄκρα χαράξας
ἰοβόλοις γενύεσσιν ἀπέπτυεν ἰκμάδα Μοίρης,
καί οἱ ἐπιθρῴσκοντι βαρυνομένων ὑπὲρ ὤμων
οὐραίαις ἑλίκεσσιν ἐμιτρώθη μέσος αὐχήν,
Ἄιδος ὁρμὸν ἔχων ὀφιώδεα, γείτονα Μοίρης.
καὶ νέκυς εἰς χθόνα πῖπτεν ὁμοίιος ἔρνεϊ γαίης.
καὶ νέον οἰκτείρουσα δεδουπότα μάρτυρι πότμῳ
νηιὰς ἀκρήδεμνος ἐπέστενε γείτονι νεκρῷ,
καὶ τότε θῆρα πέλωρον ἐρήτυεν, ὄφρα δαμείη·
οὐ γὰρ ἔνα πρήνιζεν ὁδοιπόρον οὐδὲ νομῆα,
καὶ Τύλον οὐ κτάνε μοῦνον ἀώριον, ᾗ δʼ ἐνὶ λόχμῃ
ἐνδιάων καὶ θῆρας ἐδαίνυτο, πολλάκι δʼ ἕλκων
ἄστατον αὐτόρριζον ὑπὸ χνοίῃσιν ὀδόντων
δένδρεον εὐρώεντι κατέκρυφεν ἀνθερεῶνι,
ἔμπαλιν αὖ ἐρύων βλοσυρὸν φύσημα γενείων·