Ancient Greek · ~7 min
Book 25, lines 25.53-25.102
Nonnus of Panopolis, Διονυσιακά 25.53-102
Not analysed yet
ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης
Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην,
καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,
ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,
Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,
συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν
ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ.
ἀλλʼ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων
Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας
φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς
Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου
ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης·
ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ
χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ
λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας
Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
κτείνων βάρβαρα φῦλα· πολὺς δʼ ἐπὶ μητέρι Γαίῃ
ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,
πολλοὶ δʼ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ
αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,
Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο
Ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη
Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ
μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ
καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.
ἀλλʼ ἐρέεις, ὅτι κῆτος ἁλίτροφον ἔκτανε Περσεύς·
ὄμματι Γοργείῳ πετρώσατο θῆρα θαλάσσης.
τί πλέον, εἰ φονίης δεδοκημένος ὄμμα Μεδούσης
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
Βάκχου δʼ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ,
οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·
ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε Γιγάντων
Βάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα
αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι
γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,
χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,
ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
τηλίκος ἐσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.
ἀλλά φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ
Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου
ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου
Εσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·