Ancient Greek
Book 25, lines 25.103-25.147
Nonnus of Panopolis, Διονυσιακά 25.103-147
Not analysed yet
καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ
καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην·
οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.
εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης
βαιῆς κλεψιγάμου· Σεμέλη δʼ ἐπέβαινεν Ὀλύμπου
σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·
οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ
λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,
μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.
οἶδα μέν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,
ἀλλὰ πάλιν μογέει καί ἐν αἰθέρι· καί τάχα δειλὴ
πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ·
τί πλέον, εἵ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ
κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
ἀντίτυπον προτέροιο μετά χθόνα καὶ φόβον ἅλμης
εἰσέτι δεσμὸν ἔχω καὶ ὲν ἄστρασιν· οὐ σέθεν ἅρπη
οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου
μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·
κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
δειλὴ Κασσιέπεια διʼ αἰθέρος εἰς ἄλα δύνει
Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·
καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.
τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,
Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
εἰ δέ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.
δόχμιον ὄμμα τίταινε διʼ αἰθέρος, ἧχι φαείνει
αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης
σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.