Ancient Greek · ~6 min
Book 25, lines 25.532-25.572
Nonnus of Panopolis, Διονυσιακά 25.532-572
Not analysed yet
καὶ νέκυς αὐτοέλικτος ἐπάλλετο· καὶ τὸ μὲν αὐτοῦ
ἄπνοον ἦν, ἕτερον δὲ διέστιχεν, ἄλλο δὲ σείων
ἡμιτελὴς νέκυς ἦεν ἔχων αὐτόσσυτον οὐρήν·
καὶ ψυχραῖς γενύεσσι παλίμπνοον ἄσθμα τιταίνων
οἰγομένῳ κατὰ βαιὸν ἐθήμονι βόμβεε λαιμῷ,
συριγμὸν προχέων παλινάγρετον· ὀψὲ δὲ βαίνων
νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.
καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ
ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.
καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις
ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.
ψυχὴ δʼ εἰς δέμας ἦλθε τὸ δεύτερον· ἐνδομύχῳ δὲ
ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ·
καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν
δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιὸν
ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,
ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων
ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.
καὶ πάλιν ἔζεεν αἷμα· νεοπνεύστοιο δὲ νεκροῦ
χεῖρες ἐλαφρίζοντο· καὶ ἁρμονίη πέλε μορφῇ,
ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.
καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ
μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην
πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ
λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,
ὀκρυόεν βαρὺ δεῖπνον· ὁ δὲ βροτοειδέα μορφὴν
ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,
ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων·
καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων
θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,
φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.
τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης
εἶχεν ἐνυαλίη πολυπίδακος ἀσπὶς Ὀλύμπου
Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπʼ ἄλλῳ,
καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,
ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.
τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,
φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου·
καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ.
λαοὶ δʼ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων
ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.