Ancient Greek · ~8 min
Book 25, lines 25.478-25.531
Nonnus of Panopolis, Διονυσιακά 25.478-531
Not analysed yet
πολλάκι δʼ ἑλκυσθέντα παλινδίνητον ὁδίτην
ἄσθμασιν ἐνδομύχοις πεφοβημένον εἰς στόμα σύρων
τηλεφανὴς ὅλον ἄνδρα κεχηνότι δέξατο λαιμῷ.
καὶ Μορίη σκοπίαζε κασιγνήτοιο φονῆα
τηλόθι παπταίνουσα, φόβῳ δʼ ἐλελίζετο νύμφη,
ἰοβόλων ὁρόωσα πολύστιχον ὄγμον ὀδόντων,
καὶ θανάτου στέφος εἶδε περίπλοκον ἀνθερεῶνι·
πυκνὰ δὲ κωκύουσα δρακοντοβότῳ παρὰ λόχμῃ
ἠλιβάτῳ Δαμασῆνι συνήντεεν υἱέι Γαίης,
ὅν πάρος αὐτογόνοισι τόκοις μαιώσατο μήτηρ
ἐκ γενετῆς μεθέποντα δασύτριχα κύκλα γενείου·
τικτομένῳ δέ οἱ ἦεν Ἔρις τροφός· ἔγχεα δʼ αὐτῷ
μαζὸς ἔην καὶ χύτλα φόνοι καὶ σπάργανα θώρηξ,
καὶ δολιχῶν μελέων βεβαρημένος εὐρέι φόρτῳ
νήπιος αἰχμάζων, βρέφος ἄλκιμον, αἰθέρι γείτων
ἐκ γενετῆς δόρυ πάλλεν ὁμόγνιον, ἀρτιφανῆ δὲ
ὥπλισεν Εἰλείθυια λεχώιον ἀσπιδιώτην.
τὸν μὲν ἐσαθρήσασα παρὰ κλέτας εὔβοτον ὕλης
κάμπτετο λισσομένη, κινυρὴ δʼ ἐπεδείκνυε νύμφη
ἄπλετον ἑρπηστῆρα κασιγνήτοιο φονῆα
καὶ Τύλον ἀρτιχάρακτον ἔτι σπαίροντα κονίῃ·
οὐδὲ Γίγας ἀμέλησε, πέλωρ πρόμος· ἀλλὰ πιέσσας
δένδρεον αὐτόπρεμνον ἀνέσπασε μητρὸς ἀρούρης,
ὠμοβόρου δὲ δράκοντος ἐναντία δόχμιος ἔστη·
καὶ πρόμος εἱλικόεις ὀφιώδεϊ μάρνατο τιμῇ,
αὐχενίῃ σάλπιγγι μόθου συριγμὸν ἰάλλων,
πεντηκονταπέλεθρος ὄφις κυκλούμενος ὁλκῷ·
καὶ διδύμῳ σφιγκτῆρι πόδας σφηκώσατο δεσμῷ,
καὶ σκολιαῖς ἑλίκεσσι δέμας Δαμασῆνος ἱμάσσων
χάσματι λυσσήεντι πύλας ὤιξεν ὀδόντων,
χείλεσι τοξεύων διερὸν βέλος, ὄμματα σείων
ὠμὰ φόνου πνείοντα, Γιγαντείῳ δὲ προσώπῳ
ἔπτυεν ὀμβρηρῇσι γενειάσι πίδακας ἰοῦ,
χλωρὸν ὀιστεύων δολιχόσκιον ἀφρὸν ὀδόντων·
ὑψιλόφου δὲ Γίγαντος ἐπεσκίρτησε καρήνῳ,
ὄρθιος ἀίξας μελέων ἐνοσίχθονι παλμῷ.
ἀλλὰ δρακοντείης ἀπεσείσατο φόρτον ἀκάνθης
αἰνογίγας, σκοπέλοισιν ἐοικότα γυῖα τινάσσων·
καὶ παλάμῃ τανύφυλλον ἑὴν ἐλέλιζεν ἀκωκήν,
ὀρθὸν ἀκοντίζων δρυόεν βέλος· ἀμφὶ δὲ κόρσῃ
πῆξε φυτὸν προθέλυμνον, ὅπῃ περὶ κυκλάδα δειρὴν
αὐχενίῃ γλωχῖνι συνήπτετο δεσμὸς ἀκάνθης·
καὶ φυτὸν ἐρρίζωτο τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
κεῖτο δράκων ἀτίνακτος, ἕλιξ νέκυς. ἐξαπίνης δὲ
θῆλυς ὄφις ξύουσα παλιννόστῳ πέδον ὁλκῷ
εὐνέτις ἀμφιέλικτος ἐδίζετο λοξὸν ἀκοίτην,
οἶα γυνὴ ποθέουσα νέκυν πόσιν· εἰς σκοπέλους δὲ
μηκεδανῆς ἐλέλιζε θοώτερον ὁλκὸν ἀκάνθης,
εἰς ὄρος ἐσσυμένη βοτανηφόρον· ἀμφὶ δὲ λόχμην
δρεψαμένη Διὸς ἄνθος ἐχιδνήεντι γενείῳ
χείλεσιν ἀκροτάτοις ὀδυνήφατον ἤγαγε ποίην,
καὶ νέκυος δασπλῆτος ἀλεξήτειραν ὀλέθρου
ἀζαλέῳ μυκτῆρι συνήρμοσεν, ἰοβόλῳ δὲ
ζωὴν ἀνθεμόεσσαν ἀκινήτῳ πόρε νεκρῷ·