Ancient Greek
Book 26, lines 26.44-26.93
Nonnus of Panopolis, Διονυσιακά 26.44-93
Not analysed yet
πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες Ἐνυοῦς,
Ἀγραῖος Φλόγιός τε, συνήλυδες ἡγεμονῆες,
ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,
Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,
ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
καὶ Ῥοδόην εὔπυργον, Ἀρειμανέων πέδον Ἰνδῶν,
καὶ κραναὸν Προπάνισον, ὅσοι τʼ ἔχον ἄντυγα νήσου
Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
οἴ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ
Γάζον ἐπυργώσαντο μιτοπλέκτοισι δομαίοις,
ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,
Ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὕ ποτε δήιος ἀνὴρ
χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.
τοῖς δʼ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,
Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν
χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ
χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου
κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἶσιν ἐχέφρων
Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα
ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·
τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
καὶ Δίκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην,
Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.
τοῖς δʼ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς
Διδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ
γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων
καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα
αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,
υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,
Δίδνασος αἰολόδακρυς· ἅναξ δέ οἱ ἔσπετο Μορρεὺς
ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ
λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν
Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης
οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.
καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,
οἵ τʼ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,
ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τʼ ἔχον ἄμφω,
Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,
καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,
καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταλήνης·
τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν
φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,
τοῖσιν ἐνὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ
ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν Ἐνυώ.