Ancient Greek · ~7 min
Book 26, lines 26.94-26.140
Nonnus of Panopolis, Διονυσιακά 26.94-140
Not analysed yet
τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
οἷσι θέμις δολιχοῖσιν ἐπʼ οὔασιν ὕπνον ἰαύειν·
τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων
αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἶς ἅμα βαίνων
Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε Μορρεύς·
καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην
πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.
Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης
χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου
πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,
Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,
ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν
Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,
δέσμιον εὐρώεντι κατεκλήισσε βερέθρῳ,
ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,
ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,
οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,
ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ
κεῖτο δυηπαθέων· χρονίῳ δʼ ἐστρεύγετο λιμῷ
πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἶα δὲ νεκροῦ
ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.
καὶ φθλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,
ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ
ἤπαφεν· ἱκεσίην δὲ βαρύστονον ἴαχε φωνὴν
σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·
μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω,
οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι·
δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω·
χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,
εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,
ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα·
οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν
κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ
οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·
τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ
τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;
ὄμματα δʼ ἠμύοντα κατακλείσω μενετῆρος·
κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ
εἶς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.
ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη,
ὀρφναίῳ μενετῆρι φαεσφόρος· ὲν δὲ βερέθρῳ
εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν
ἄτρομος, Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων
Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης
εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν·