Ancient Greek
Book 27, lines 27.49-27.98
Nonnus of Panopolis, Διονυσιακά 27.49-98
Not analysed yet
ἀλλʼ ἐρέεις· Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω.
αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων·
οὐρανόθεν γένος ἔσχες· ἐμὴ δέ σε Γαῖα καλύψει·
καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων
οὐρανόθεν γεγαῶτα κατέρυφε κόλπος ἀρούρης.
εἰμὶ δοριθρασέος στρατιῆς πρόμος· εἰμὶ Λυκούργου
φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας·
σὸν γένος οὐ κλονέει με Διιπετές· αἰνομόρου γὰρ
σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους·
μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,
μὴ κεφαλὴν Κρονίωνος ἤ ἄρσενα μηρὸν ἐνίψῃς·
οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι·
πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.
σὺν σοὶ δʼ, ἤν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς
ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,
νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων
μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,
βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ
καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω·
εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,
δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ
τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.
οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον· εἰ δὲ τινάσσει
ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,
Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος
Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω·
οὐδέ μιν ἁρπάξειε διʼ ἠέρος ἱπτάμενος Ζεύς.
καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω·
Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,
οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί·
εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἤν δʼ ἐθελήσῃ,
κοιρανίην κεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου
γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν
γαστρὶ μέσῃ πήξαντες ἤ αὐχένι, χαλκοβαρὲς δὲ
ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων
δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι
Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴην
Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε· καί μιν ἐλέγξω
μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.