Ancient Greek
Book 27, lines 27.99-27.147
Nonnus of Panopolis, Διονυσιακά 27.99-147
Not analysed yet
τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;
μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,
αὐὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος
αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ
σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου
αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·
μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,
ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲ
διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,
Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην
αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης
ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.
κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι
οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,
οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.
ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ
παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει,
μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης
ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,
μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει
πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;
ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,
οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,
οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.
καὶ πέλας ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,
οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·
ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην
ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων
ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.
καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
εἰς πεδίον προθέοντες. ἀπʼ εὐδένδροιο δὲ λόχμης
ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις
θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.