Ancient Greek · ~7 min
Book 28, lines 28.45-28.93
Nonnus of Panopolis, Διονυσιακά 28.45-93
Not analysed yet
ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,
ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,
καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·
οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,
ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ
Δηριάδῃ πέλας ἐχθρὸν ἐπαΐσσοντα νοήσας
ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ
λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,
καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου
αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθόνα πῖπτε Φαληνεύς.
Ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ
Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξεσε χαλκῷ,
πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·
αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,
μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,
Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέυλης
εἰς σάκος ἐπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,
πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.
αὐτίκα δʼ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας
αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·
καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ
οἰστρομανὴς Κλύτιος, πρυλέων πρόμος· ὑψιλόφο δὲ
κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·
ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,
καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·
ἔμπης δʼ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας
θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα
ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·
καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην
αὐχένι κυανέῳ περιδέξιος ὴλίβατος θήρ·
καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου
αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσθὰ λεπάδνων·
ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας
αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων
ἡνίοχος ταχυεργός· ἀπʼ εὐρυβάτοιο δὲ φάτνης
ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.
καὶ Κλύτιος θρασὺς ἔσκεν ἀνεικέος ἐλπίδι νίκης·
Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ,
λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι·
στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,
οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου.
ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δʼ Ἰνδῶν
δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην
Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω·
παρθενικὴ δʼ ἀνάεδνος ἑὴν λύσειε κορείην,
δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους,
Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδόν Ἕρμου.
ὣς φαμένου κεχόλωτο Κορύμβασος, ὀψιμόθου δὲ
φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα·