Ancient Greek
Book 28, lines 28.94-28.142
Nonnus of Panopolis, Διονυσιακά 28.94-142
Not analysed yet
καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,
αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην.
καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσας
Σειληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν,
ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα.
αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ
χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ
δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ.
Οἰνομάῳ δʼ ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις
εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ·
καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δʼ ἄρα νώτῳ
μεσσατίῳ δόρυ τῆξε· διαΐσσουσα δὲ ῥιπῇ
γαστέρος ἀντιπόροιο παρʼ ἀμφαλὸν ἄνθορεν αἰχμή·
αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ
πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ·
τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.
οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ
τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι,
Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης.
καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων
πρηνής, οὐ δατέδῳ τετανυσμένος ὕπτιος ἀνήρ·
ἀλλὰ θανὼν ἀτίνακτος ὲπεστηρίζετο γαίῃ,
μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων,
ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων.
καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον Ἐνυὼ
νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ
εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων
ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,
Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα
ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,
ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,
νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην.
καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ
δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας·
ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ
ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,
ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης.
καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας
ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν Ἐνυώ,
καί λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ·
ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,
καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ·
καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα
αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης
πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ
αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ
εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,
οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.